Home Greek News Δεινὸς φόνος ἐν τῇ πόλει Las Vegas

Δεινὸς φόνος ἐν τῇ πόλει Las Vegas

by _
0 comment 118 views

Δεινὸς φόνος ἐν τῇ πόλει Las Vegas

Τα ιδικά ημών σχόλια απο των «ΕΛΛΗΝΙΚΩΝ ΝΕΩΝ ΤΩΡΑ»: Ούτω λέγουσιν ω φίλε, ισχύει όμως τοιαύτη φήμη;;; Oυκ οιμαι δύνασθαι υπο τοιούτων κυβερνώντων φημολογείσθαι σαφέστερην τοιαύτην πλάνην! 

Τῇ Κυριακῇ τῆς νυκτὸς ἐν τῇ πόλει Las Vegas, μουσικῆς ἑορτῆς τότε ὑπαρχούσης, ἄνθρωπός τις οὗ τὸ ὄνομα Stephen Paddock ἐστὶν ἐξαίφνης ἐπὶ τοὺς τῆς ἑορτῆς θεατὰς πυροβολῶν ἤρξατο οἳ πρὸ τοῦ θεάτρου παρῆσαν, ἴσως εἴκοσι καὶ χίλιοι ἄνθρωποι. ὁ τρομοκράτης ἐκ θυρίδος τινὸς τοῦ πανδοκείου ἐπυροβόλει ἐν ᾧ ἤδη τὴν τετάρτην ἡμέραν ᾤκει, ἐκεῖθεν δὲ ῥᾴδιον ἦν αὐτῷ τὸ πεδίον ἰδεῖν ἐν ᾧ οἱ θεαταὶ τῇ ἑορτῇ παρῆσαν οὐδὲν ὑποπτεύοντες. τῶν δὲ πρώτων πυροβολῶν ἀκουσθεισῶν, τῶν θεατῶν οἱ μὲν ἔνθα καὶ ἔνθα ἔτρεχον, οἱ δὲ ἐκεῖ ἔμενον ἐν τῷ πεδίῳ οὐκ εἰδότες ὅ τι ἄμεινον εἴη ποιεῖν, οὐδενὸς εἰδότος ὁπόθεν ἡ πυροβόλησις ἥκοι.

οἱ φύλακες ταχέως ἐπύθοντο ὁπόθεν, εἰς δὲ τὸ πανδοκεῖον εἰσελθόντες τὸν τρομοκράτην ἐν τῷ οἰκήματι ηὗρον ἤδη ἀποθανόντα, ἑαυτὸν γὰρ ἀπέκτεινε πρὶν τοὺς φύλακας εἰσελθεῖν. πεντήκοντα μὲν καὶ ἐννέα ἄνθρωποι ὑπ’ αὐτοῦ ἀπέθανον, πεντακόσιοι δὲ ἄλλοι ἐτρώθησαν. ἐν δὲ τῷ οἰκήματι οὐ μόνον ἑπτακαίδεκα ὅπλα ηὗρον ἀλλὰ καὶ ὑγρὰ οἷς χρῆσθαι ἔξεστι πρὸς τὸ βόμβας παρασκευάζειν.

περὶ δὲ τῆς αἰτίας; οὐδὲν γιγνώσκομεν, οὗτος γὰρ ὁ ἀνήρ, ἑξήκοντα καὶ τέτταρα ἔτη γεγονώς, οὐδέποτε τὸ πρότερον οὐδένα ἠδικήκει, οὐδὲν κακὸν ἐπεποιήκει… ἀλλὰ ἐξαίφνης ἄνευ λόγου δεινὸς φονεὺς ἐγένετο. ὁ ἀδελφὸς αὐτοῦ εἶπε τοῖς δημοσιογράφοις ὅτι οὐκ εἰδείη διὰ ὅ τι ἀπροσδοκήτως ὁ ἀδελφὸς τοιοῦτος ἐγένετο.

Πηγή: http://www.akwn.net/

You may also like

Είμαστε μια ομάδα που αποτελείται απο δημοσιογράφους, ερευνητές, εκφωνητές, οικονομολόγους και όχι μόνο. Αν έχετε τυχόν ερωτήσεις, είμαστε στη διάθεσή σας στο ακόλουθο e-mail.

Contact: [email protected]

@ 2022 – All Right Reserved. Designed and Developed by WebLegends.gr